Ancient Greek
Book 17
Aelian, Περὶ ζῴων ἰδιότητος 17.1
Not analysed yet
Ἀλέξανδρος ἐν τῷ περίπλῳ τῆς Ἐρυθρᾶς θαλάττης λέγει ὄφεις ἑορακέναι τετταράκοντα πήχεων τὸ μῆκος, καὶ γένος καρκίνων, οἷς τὸ μὲν ὄστρακον τὴν περιφέρειαν εἶχε πανταχόθεν πόδα, χηλαὶ δὲ ἠρτημέναι μέγισται προεῖχον, ἐπιβουλεύεσθαι δὲ ὑπʼ οὐδενὸς αὐτούς. τὸ δὲ αἴτιον, ἱεροὶ λέγονται Ποσειδῶνος. καὶ ἀφιέρωνται τῷ θεῷ, οἷον ἀναθήματα εἶναι ἐκείνου ἀσινῆ τε καὶ ἀνεπιβούλευτα οἱ καρκίνοι.