# Περὶ ζῴων ἰδιότητος 17.12

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/17.12

γένος τι φρύνης ἀκούω καὶ πιεῖν δεινὸν καὶ πικρὸν ἰδεῖν. πιεῖν μέν, εἴ τις αὐτὴν συντρίψας εἶτα μέντοι τὸ αἷμα δοίη τῳ πιεῖν, κατʼ ἐπιβουλὴν ἐμβαλὼν εἴτε ἐς οἶνον εἴτε ἐς ἄλλα πώματα, ὧνπερ οἱ τούτων κατάρατοι σοφισταὶ ἐπιτήδειον ἥγηνται τὴν πρὸς ἐκεῖνο τὸ αἷμα κρᾶσιν. καὶ ποθὲν ἀπέκτεινεν οὐκ ἐς ἀναβολὰς ἀλλὰ παραχρῆμα. ἰδεῖν δὲ ἡ φρύνη κακόν ἐστι τοιοῦτον. ἐάν τις θεάσηται τὴν θῆρα, εἶτα αὐτῇ ἀντίος ὁρῶν προσβλέψῃ δριμύ, καὶ ἐκείνη κατὰ τὴν ἑαυτῆς φύσιν ἰταμὸν ἀντιβλέψῃ, καί τι καὶ φύσημα ἐμπνεύσῃ ἑαυτῇ μὲν συμφυές, χρωτὶ δὲ ἐχθρὸν ἀνθρωπίνῳ, ὠχρὸν ὠχρὸν ἐργάζεται, ὡς εἰπεῖν τὸν οὐκ ἰδόντα ἀλλὰ ἐντυχόντα πρῶτον ὅτι νοσήσαντα εἶδεν ἄνθρωπον. μένει τε ἡ ὠχρότης ἡμερῶν οὐ πολλῶν, εἶτα ἀφανίζεται.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
