Ancient Greek
17.13 to 17.14
Aelian, Περὶ ζῴων ἰδιότητος 17.13-14
Not analysed yet
χαραδριοῦ δὲ ἦν ἄρα δῶρον τοῦτο, ὃ οὐ μὰ Δία ἀτιμάζειν ἄξιον. εἰ γοῦν ὑπαναπλησθεὶς τὸ σῶμα ἰκτέρου τις εἶτά οἱ δριμὺ ἐνορῴη, ὃ δὲ ἀντιβλέπει καὶ μάλα γε ἀτρέπτως, ὥσπερ οὖν ἀντιφιλοτιμούμενος, καὶ ἡ τοιάδε ἀντίβλεψις ἰᾶται τὸ προειρημένον πάθος τῷ ἀνθρώπῳ. ἐγὼ μὲν οὐ πεπίστευκα, εἰ δὲ ἕτερος Εὐδόξῳ πείθεται, πιστευέτω ὅ φησιν Εὔδοξος, ὑπερβαλὼν τὰς Ἡρακλείους στήλας ἐν λίμναις ἑορακέναι ὄρνιθάς τινας καὶ μείζους βοῶν. καὶ ὅτι μὲν οὐ πείθει με ὁ λέγων, ἤδη εἶπον· ἃ δʼ οὖν ἤκουσα, οὐκ ἐσίγησα.