# Περὶ ζῴων ἰδιότητος 17.2

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/17.2

Κλείταρχος ἐν τῇ περὶ τὴν Ἰνδικήν φησι γίνεσθαι ὄφεις πήχεων ἑκκαίδεκα. γίνεσθαι δὲ καὶ ἄλλο τι γένος ὄφεων ὑμνεῖ, οὐ κατὰ τοὺς ἑτέρους τὸ εἶδος· βραχυτέρους· μὲν γὰρ εἶναι πολλῷ, ποικίλους γε μὴν τὴν χρόαν ὁρᾶσθαι, ὥσπερ οὖν φαρμάκοις καταγραφέντας· τοὺς μὲν γὰρ χαλκοειδεῖς ταινίας ἔχειν ἀπὸ τῆς κεφαλῆς ἐς τὴν οὐρὰν καθερπούσας, τοὺς δὲ ἀργύρῳ προσεικασμένας, πεφοινιγμένας ἄλλους, καὶ μέντοι καὶ χρυσοφαεῖς τινας. δακεῖν δὲ ἄρα καὶ ἀποκτεῖναι ὤκιστα δεινοὺς αὐτοὺς λέγει οὗτος.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
