Ancient Greek
Book 17
Aelian, Περὶ ζῴων ἰδιότητος 17.22
Not analysed yet
καὶ Κλειτάρχῳ χῶρον δῶμεν. λέγει δὲ Κλείταρχος ἐν Ἰνδοῖς γίνεσθαι ὄρνιν, καὶ εἶναι σφόδρα ἐρωτικόν, καὶ τὸ ὄνομα αὐτοῦ λέγει ὠρίωνα εἶναι. φέρε δὲ καὶ διαγράψωμεν αὐτὸν τῷ λόγῳ, ὡς ἐκεῖνος διδάσκει. τοῖς μὲν καλουμένοις ἐρωδίοις ὅμοιος τὸ μέγεθος ὅδε ὁ ὠρίων ἐστίν, ἔστι δὲ καὶ τὰ σκέλη ὡς ἐκεῖνοι φοίνιξ, ὀφθαλμοὺς δὲ κυανοῦς ἔχει ʽτοῦτο μὲν οὐχ ὡς ἐκεῖνοἰ, μέλος δὲ μουσουργεῖν ὑπὸ τῆς φύσεως πεπαίδευται, οἷα δήπου μέλη ὑμεναιοῦται γλυκέα καὶ προσείοντα σειρῆνας.