Ancient Greek · ~1 min
Book 17
Aelian, Περὶ ζῴων ἰδιότητος 17.27
Not analysed yet
ἐν τῇ Λιβύων χώρᾳ ἔθνος ἦν φασι τὸ καλούμενον Νόμαιον. καὶ τὰ μὲν ἄλλα διευτυχοῦντες εὐνόμου μάλα καὶ εὐδαίμονος ναὶ μὰ Δία λήξεως εἶτα ἠφανίσθησαν τελέως, λεόντων αὐτοῖς ἐπελθόντων πλήθει τε παμπόλλων καὶ μεγέθει μεγίστων καὶ τὴν τόλμαν ἀμάχων, ὑφʼ ὧν πανδημεί τε καὶ παγγενεὶ διαφθαρέντες εἶτα ἐς τὸ παντελὲς ἀπώλοντο. λεόντων γὰρ ἀθρόων ἐπιδημία χρῆμα ἀπρόσμαχον.