Ancient Greek
Book 17
Aelian, Περὶ ζῴων ἰδιότητος 17.30
Not analysed yet
Ζηνόθεμις λέγει Παιονίδα λίμνην τινὰς φέρειν ἰχθῦς, οὕσπερ οὖν εἰ παραβάλοι τις ἀσπαίροντας τοῖς βουσίν, οἳ δὲ ἐμφοροῦνται αὐτῶν μάλα ἀσμένως, ὡς οἱ λοιποὶ τοῦ χόρτου. νεκρῶν δὲ τῶν ἰχθύων οὐκ ἂν πάσαιντο ἔτι οἱ βόες, ἐκεῖνος λέγει.