# Περὶ ζῴων ἰδιότητος 17.35

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/17.35

ἐν λόγοις Κρητικοῖς Ἀντήνωρ λέγει τῇ τῶν καλουμένων Ῥαυκίων πόλει ἔκ τινος δαιμονίου προσβολῆς ἐπιφοιτῆσαι μελιττῶν σμῆνος, αἵπερ οὖν ᾅδονται χαλκοειδεῖς, ἐγχριμπτούσας δὲ ἄρα αὐτοῖς τὰ κέντρα εἶτα μέντοι πικρότατα λυπεῖν. ὧνπερ οὖν ἐκείνους τὴν προσβολὴν οὐ φέροντας ἀναστῆναι τῆς πατρίδος καὶ μέντοι καὶ ἐς χῶρον ἐλθεῖν ἄλλον, καὶ οἰκίσαι φιλίᾳ τῆς μητρίδος, ἵνα Κρητικῶς εἴπω, Ῥαῦκον, εἰ καὶ τοῦ χωρίου ὁ δαίμων ἤλαυνεν αὐτούς, ἀλλὰ γοῦν τελέως ἀποσπασθῆναι τοῦ ὀνόματος οὐχ ὑπομείναντες. λέγει δὲ ὁ Ἀντήνωρ καὶ ἔτι κατὰ τὴν Ἴδην τὴν Κρῆσσαν ἐκείνου τοῦ γένους τῶν μελιττῶν εἶναι ἰνδάλματα, οὐ πολλὰ μέν, εἶναι δʼ οὖν, καὶ πικρὰ ἐντυχεῖν, ὡς ἐκεῖναι ἦσαν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
