Ancient Greek · ~2 min
Book 17
Aelian, Περὶ ζῴων ἰδιότητος 17.38
Not analysed yet
ἐν θαλάττῃ τῇ Κασπίᾳ εἰσὶ νῆσοί φασι, καὶ γίνονται ἐν αὐταῖς ὄρνιθες διάφοροι μὲν καὶ ἄλλοι, εἷς δὲ εἰληχὼς τοιαύτην ἰδιότητα. εἶναι μὲν γὰρ κατὰ τοὺς χῆνας τὸ μέγεθός φασιν αὐτόν, πόδας δὲ ἔχειν ἐμφερεῖς γεράνῳ. καὶ τὰ μὲν νῶτα κοκκοβαφῆ καὶ σφόδρα ἀκράτως, τὰ δὲ ὑπὸ τὴν γαστέρα πράσινα· τὴν δέρην δὲ λευκὸν εἶναι, καί τινας καὶ ῥανίδας οἱονεὶ διασπαρείσας κροκοειδεῖς ἔχειν. μῆκος δὲ εἰληχέναι οὐ μεῖον πήχεων δύο, κεφαλὴν δὲ ἄρα λεπτήν τε ἅμα καὶ μακράν, τὸ ῥάμφος μέλαν· φωνήν τε ἀφιέναι ἐμφερῆ τοῖς βατράχοις.