# Περὶ ζῴων ἰδιότητος 17.40

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/17.40

ἐν Ἰνδοῖς ἐστι χώρα περὶ τὸν Ἀσταβόρραν ποταμὸν ἐν τοῖς καλουμένοις Ῥιζοφάγοις. κατὰ τὴν τοῦ Σειρίου τοίνυν ἐπιτολὴν κωνώπων νέφη τινὰ ἐκπληκτικὰ καὶ οἷα τὸν ἀέρα καταλαβεῖν ἐπιφανέντα εἶτα μέντοι ἐλύπησε πολλά. κατὰ μέντοι τὴν λίμνην τὴν καλουμένην Ἀορατίαν ʽἸνδῶν δὲ ἄρα καὶ αὕτη· πλησίον δέ ἐστι τοῦ προειρημένου ποταμοὖ τοῦτο μὲν τὸ θηρίον τὸν κώνωπα ἐπιπολάζειν· ἔρημον δὲ καὶ εἶναι τὸν χῶρον καὶ καλεῖσθαι. τὴν δὲ αἰτίαν ἐκείνην Ἰνδοί φασιν οἱ κύκλῳ περιοικοῦντες, τὸν χῶρον τὸν προειρημένον οὐκ ἄνωθεν οὐδὲ ἐξ ἀρχῆς ἄγονον ἀνθρώπων γενέσθαι, σκορπίους δὲ ἐπιπολάσαι πλῆθος ἄμαχον, καὶ φαλαγγίων τινὰ ἐπιφοιτῆσαι φοράν, φαλαγγίων δὲ ἃ καλοῦσι τετράγναθα. τεκεῖν δὲ ἄρα τὰ κακὰ ταῦτά φασιν ἀέρων πονηρίαν. καὶ τέως μὲν ἐγκαρτερεῖν τοὺς ἐκεῖθι τλημόνως τοῦ κακοῦ τὴν προσβολὴν καὶ φιλοπόνως ὑπομείναντας· ἐπεὶ δὲ ἦν παντελῶς ἄμαχον, καὶ διεφθείροντο ἡλικία πᾶσα, εἶτα μέντοι τελευτῶντες ὑπʼ ἀπορίας τοῦ ἀμύνασθαι τὴν καταβολὴν τῆς ἐπιδημίας τῆς προειρημένης ἐξέλιπον τὴν χώραν, καὶ ἐρήμην εἴασαν τὴν φίλην πρότερον καὶ πατρίδα ἀρίστην· οὐχ ἁμαρτήσομαι δὲ ἴσως οὐδὲ μητρίδα εἰπὼν τὴν αὐτήν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
