Ancient Greek · ~2 min
Book 17
Aelian, Περὶ ζῴων ἰδιότητος 17.41
Not analysed yet
μυῶν ἀρουραίων ἐπιφοίτησις καὶ στόλος οὐ μὰ τοὺς θεοὺς χρηστὸς τῶν ἐν Ἰταλίᾳ τινὰς ἐξήλασαν τῆς πατρῴας γῆς, καὶ φυγάδας ἀπέφηναν δίκην αὐχμῶν ἢ κρυμῶν ἤ τινος ἀκαιρίας ὡρῶν ἑτέρας τὰ μὲν λήια κείροντες, διακόπτοντες δὲ τὰς ῥίζας. τῇ Μηδικῇ δὲ ἐπιφοιτήσαντες στρουθῶν φορά, ἐξήλασαν καὶ ἐκεῖνοι τοὺς κατοικοῦντας, διαφθείροντες τὰ σπέρματα καὶ ἀφανίζοντες αὐτά. βάτραχοι δὲ ἡμιτελεῖς πεσόντες ἐξ ἀέρος πολλοὶ Αὐταριάτας μετῴκισαν ἐς χῶρον ἕτερον. καὶ γένος μέντοι Λιβυστινόν, οὗ καὶ ἀνωτέρω μνήμην ἐποιησάμην, ἐπιφοιτησάντων αὐτοῖς λεόντων, εἶτα αὐτοὺς ἀναστῆναι τῆς πατρῴας γῆς ἐξενίκησαν.