# Περὶ ζῴων ἰδιότητος 17.44

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/17.44

Ῥινοκέρωτος δὲ εἶδος γράφειν τρισέωλόν ἐστιν· ἴσασι γὰρ καὶ Ἑλλήνων πολλοὶ καὶ Ῥωμαίων τεθεαμένοι· τὰ δὲ ἴδια αὐτοῦ τὰ κατὰ τὸν βίον εἰπεῖν οὐ χεῖρόν ἐστιν. ἐπʼ ἄκρας τῆς ῥινὸς τὸ κέρας φέρει, ἔνθεν τοι καὶ κέκληται· καὶ ἔστι μὲν ὀξύτατον ἐπʼ ἄκρου, σιδήρῳ δὲ τὸ καρτερὸν αὐτοῦ προσείκασται. ταῖς γε μὴν πέτραις αὐτὸ παρατρίβων εἶτα ἐπιθήσει ἐλέφαντι ὁμόσε ἰών, τὰ δὲ ἄλλα οὐκ ὢν ἀξιόμαχος, διά τε τὸ ἐκείνου ὕψος καὶ τὴν ῥώμην τὴν τοῦ θηρὸς τὴν τοσαύτην. ὕπεισιν οὖν αὐτοῦ τὰ σκέλη, καὶ τὴν νηδὺν ὑποτέμνει τε καὶ ὑποσχίζει τῷ κέρατι· ὃ δὲ οὐ μετὰ μακρὸν ἐκρυέντος οἱ τοῦ αἵματος κατολισθάνει. μάχη δὲ ῥινοκέρωτος πρὸς ἐλέφαντα ὑπὲρ τῆς νομῆς ἐστι, καὶ πολλοῖς γʼ ἐλέφασιν ἐντυχεῖν ἐστι τεθνεῶσι τὸν τρόπον τοῦτον. ἐὰν δὲ μὴ φθάσῃ ὁ ῥινόκερως δράσας τοῦτο, ἀλλὰ ὑποτρέχων πως ὑποπεσόντος πιεσθῇ, περιβαλλόμενος τὴν προβοσκίδα κατέχει καὶ πρὸς ἑαυτὸν ἕλκει, ἐμπίπτων δὲ τοῖς κέρασι κατακόπτει ὡς πελέκεσιν. εἰ γὰρ καὶ φορίνην ὁ ῥινόκερως ἔχει στερεὰν καὶ δυσδιακόντιστον, ἀλλʼ ἡ βία τοῦ ἐμπίπτοντος μάλα καρτερά.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
