Ancient Greek
Book 2
Aelian, Περὶ ζῴων ἰδιότητος 2.12
Not analysed yet
ἔχει μέντοι καὶ ὁ λαγὼς συμφυεῖς ἰδιότητας. ἐκπεπταμένοις μὲν γὰρ τοῖς βλεφάροις καθεύδει, κάτηγορεῖ δὲ αὑτοῦ τὰ ἔτη τρώγλας τινὰς ὑποφαίνων. φέρει δὲ καὶ ἐν τῇ νηδύι τὰ μὲν ἡμιτελῆ, τὰ δὲ ὠδίνει, τὰ δὲ ἤδη οἱ τέτεκται.