Ancient Greek · ~3 min
2.27 to 2.29
Aelian, Περὶ ζῴων ἰδιότητος 2.27-29
Not analysed yet
ἡ στρουθὸς ἡ μεγάλη λασίοις μὲν τοῖς πτεροῖς ἐπτέρωται, ἀρθῆναι δὲ καὶ ἐς βαθὺν ἀέρα μετεωρισθῆναι φύσιν οὐκ ἔχει. θεῖ δὲ ὤκιστα, καὶ τὰς παρὰ τὴν πλευρὰν ἑκατέραν πτέρυγας ἁπλοῖ, καὶ ἐμπῖπτον τὸ πνεῦμα κολποῖ δίκην ἱστίων αὐτάς. τὴν ὠτίδα τὸ ζῷον ὀρνίθων εἶναι φιλιππότατον ἀκούω. καὶ τὸ μαρτύριον, τῶν μὲν ἄλλων ζῴων καὶ ἐν λειμῶσι καὶ ἐν αὐλῶσι νεμομένων καταφρονεῖ· ἵππον δὲ ὅταν θεάσηται, ἥδιστα προσπέτεται καὶ πλησιάζει κατὰ τοὺς τῶν ἀνθρώπων ἱππεραστάς. μυῖα ἐμπεσοῦσα ἐς ὕδωρ, εἰ καὶ ζῴων ἐστὶ θρασυτάτη, ἀλλὰ γοῦν οὔτʼ ἐπιτρέχει, οὔτε νηκτική ἐστι, καὶ διὰ ταῦτα ἀποπνίγεται. εἰ δὲ αὐτῆς ἐξέλοις τὸν νεκρόν, καὶ τέφραν ἐμπάσειας καὶ καταθείης ἐν ἡλίου αὐτῇ, ἀναβιώσῃ τὴν μυῖαν.