# Περὶ ζῴων ἰδιότητος 2.30

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/2.30

ἀλεκτρυόνα εἴτε πριάμενος εἴτε δῶρον λαβὼν ἐς τὴν ἀγέλην τὴν σεαυτοῦ καὶ τοὺς ὄρνιθας τοὺς ἠθάδας ἐθέλοις ἀριθμεῖν, οὐκ ἀπολύσεις οὐδὲ ἀφήσεις εἰκῆ καὶ ὡς ἔτυχεν αὐτόν· εἰ δὲ μή, φυγὰς παραχρῆμα οἰχήσεται. ἐς τοὺς οἰκείους καὶ τοὺς συννόμους, εἰ καὶ πάνυ πόρρωθεν εἴη οὗτος. δεῖ δὲ ἄρα αὐτῷ φρουρὰν περιβαλεῖν καὶ δεσμὰ ἀφανῆ ὑπὲρ τὰ Ἡφαίστου τὰ Ὁμήρεια. καὶ ὅ γε λέγω τοιοῦτόν ἐστι. τράπεζαν ἐφʼ ἧς ἐσθίεις ἐς μέσον καταθεὶς καὶ τὸν ὄρνιθα λαβὼν καὶ τρὶς αὐτὸν τὴν προειρημένην σκηνὴν περιαγαγών, μέθες τὸ ἐντεῦθεν ἄφετον ἀλᾶσθαι σὺν τοῖς ὄρνισι τοῖς οἰκέταις· ὃ δὲ οὐκ ἀπαλλάττεται, ὥσπερ οὖν πεπεδημένος.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
