Ancient Greek
Book 2
Aelian, Περὶ ζῴων ἰδιότητος 2.33
Not analysed yet
κροκόδειλος μὲν ὅπως ἔχει μεγέθους καὶ ὁ τέλειος καὶ ὁ ἐκγλυφεὶς πρῶτον, καὶ μέντοι καὶ γλώττης ὅπως, καὶ εἰ κινεῖ τὴν γένυν, καὶ ποτέραν τῇ ἑτέρᾳ προσάγει, πολλοὶ λέγουσι. κατέγνωσαν δὲ ἄρα τοῦ ζῴου τοῦδέ τινες ὅτι τίκτει τοσαῦτα ᾠὰ ὅσαις ἂν ἡμέραις ἐπῳάζον εἶτα ἐκγλύψῃ τὰ νεόττια· ἤδη δὲ ἔγωγε ἤκουσα, ὁ κροκόδειλος ὅταν ἀποθάνῃ, σκορπίον ἐξ αὐτοῦ τίκτεσθαι, κέντρον δὲ ἄρα οὐραῖον αὐτὸν ἔχειν λέγουσιν ἰοῦ πεπληρωμένον.