Ancient Greek · ~2 min
Book 2
Aelian, Περὶ ζῴων ἰδιότητος 2.35
Not analysed yet
Αἰγύπτιοι κλύσματα καὶ κάθαρσιν γαστρὸς οὐκ ἔκ τινος ἐπινοίας ἀνθρωπίνης λέγουσι μαθεῖν, διδάσκαλον δὲ σφίσι τοῦ ἰάματος τοῦδε τὴν ἶβιν ᾅδουσιν. καὶ ὅπως ἐξεπαίδευσε τοὺς πρώτους ἰδόντας, ἐρεῖ ἄλλος· σελήνης δὲ αὔξησιν καὶ μείωσιν ὅτι οἶδε, καὶ τοῦτο ἤκουσα. καὶ ὅτι τὴν τροφὴν ἑαυτῇ ὑφαιρἑ̣?ʼ καὶ προστίθησι κατὰ τὴν τῆς θεοῦ καὶ λῆξιν καὶ πρόσθεσιν, πυθέσθαι ποθὲν οὐκ εἰμὶ ἔξαρνος.