# Περὶ ζῴων ἰδιότητος 2.36-37

Aelian, Περὶ ζῴων ἰδιότητος, 2.36 to 2.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/2.36

κέντρον πικρότατον καὶ κίνδυνον φέρον ἁπάντων μᾶλλον ἡ τρυγὼν ἡ ἐκ τῆς θαλάττης ἔχει. καὶ τὸ μαρτύριον, εἰ μὲν ἐς δένδρον τεθηλὸς καὶ εὖ μάλα ἀναθέον ἐμπήξειας αὐτό, οὔτε ἐς ἀναβολὰς οὔτε χρόνῳ ὕστερον ἀλλʼ ἤδη αὖον τὸ δένδρον· εἰ δέ τι τῶν ζῴων ἀμύξειας, ἀπέκτεινας. ἡ μυγαλῆ ἐς ὅσον μὲν τὴν ἄλλως πρόεισι, ζῆν ἔχει, καὶ ἐσπείσατο αὐτῇ ἡ φύσις, ἐάν γε μὴ ἄλλῃ τινὶ τύχῃ καταληφθῇ καὶ ἀπόληται· ἐπὰν δὲ ἐς ἁρματοτροχιὰν ἐμπέσῃ, οἱονεὶ πέδῃ κατείληπται καὶ μάλα ἀφανεῖ, καὶ τέθνηκε. δηχθέντι δὲ ὑπὸ μυγαλῆς φάρμακον ἐκεῖνο. ἐκ τῆς τῶν τροχῶν διαδρομῆς ἡ ψάμμος ἀρθεῖσα ἐπεπάσθη τῷ δήγματι, καὶ ἔσωσε παραχρῆμα.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
