# Περὶ ζῴων ἰδιότητος 2.40

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/2.40

ἦν δὲ ἄρα γένος ἀετῶν καὶ πρὸς τοὺς τρέφοντας φιλόστοργον, ὥσπερ οὖν καὶ ὁ τοῦ Πύρρου. τοῦτόν τοί φασι καὶ ἐπαποθανεῖν τῷ δεσπότῃ τροφῆς ἀποστάντα. ἤδη δὲ καὶ ἀνδρὸς ἰδιώτου ἀετὸς τρόφιμος καομένου τοῦ δεσπότου ἐς τὴν πυρὰν ἑαυτὸν ἐνέβαλεν· οἳ δὲ οὐκ ἀνδρός, ἀλλὰ γυναικὸς τὸ θρέμμα εἶναί φασι. ζηλοτυπώτατον δὲ ἄρα ἦν ζῷον ἀετὸς πρὸς τὰ νεόττια. ἐὰν γοῦν θεάσηταί τινα προσιόντα, ἀπελθεῖν ἀτιμώρητον οὐκ ἐπιτρέπει· παίει γὰρ τοῖς πτεροῖς αὐτὸν καὶ τοῖς ὄνυξι λυμαίνεται, καὶ ἐπιτίθησίν οἱ πεφεισμένως τὴν δίκην· οὐ γὰρ χρῆται τῷ στόματι.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
