Ancient Greek · ~1 min
Book 2
Aelian, Περὶ ζῴων ἰδιότητος 2.45
Not analysed yet
λαγὼς δὲ θαλάττιος βρωθεὶς καὶ θάνατον ἤνεγκε πολλάκις, πάντως δὲ τὴν γαστέρα ὠδύνησεν. τίκτεται δὲ ἄρα ἐν πηλῷ, οὐκ ὀλιγάκις δὲ ταῖς ἀφύαις συναλίσκεται· εἴη δʼ ἂν κατὰ τὸν κοχλίαν τὸν γυμνὸν τὸ εἶδος.