# Περὶ ζῴων ἰδιότητος 2.48

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/2.48

κόρακες Αἰγύπτιοι, ὅσοι τῷ Νείλῳ παραδιαιτῶνται, τῶν πλεόντων τὰ πρῶτα ἐοίκασιν ἱκέται εἶναι, λαβεῖν τι αἰτοῦντες· καὶ λαβόντες μὲν ἡσυχάζουσιν, ἀτυχήσαντες δὲ ὧν ᾔτουν συμπέτονται, καὶ ἑαυτοὺς καθίσαντες ἐπὶ τὸ κέρας τῆς νεὼς τῶν σχοίνων ἐσθίουσί τε καὶ διατέμνουσι τὰ ἅμματα. Λίβυες δὲ κόρακες, ὅταν οἱ ἄνθρωποι φόβῳ δίψους ὑδρευσάμενοι πληρώσωσι τὰ ἀγγεῖα ὕδατος, καὶ κατὰ τῶν τεγῶν θέντες ἐάσωσι τῷ ἀέρι τὸ ὕδωρ φυλάττειν ἄσηπτον, ἐνταῦθα ἐς ὅσον μὲν αὐτοῖς τὰ ῥάμφη κάτεισιν ἐγκύπτοντες, χρῶνται τῷ ποτῷ· ὅταν δὲ ὑπολήξῃ, ψήφους κομίζουσι καὶ τῷ στόματι καὶ τοῖς ὄνυξι, καὶ ἐμβάλλουσιν ἐς τὸν κέραμον· καὶ αἳ μὲν ἐκ τοῦ βάρους ὠθοῦνται καὶ ὑφιζάνουσι, τό γε μὴν ὕδωρ θλιβόμενον ἀναπλεῖ. καὶ πίνουσιν εὖ μάλα εὐμηχάνως οἱ κόρακες, εἰδότες φύσει τινὶ ἀπορρήτῳ δύο σώματα μίαν χώραν μὴ δέχεσθαι.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
