Ancient Greek
Book 3
Aelian, Περὶ ζῴων ἰδιότητος 3.11
Not analysed yet
ἤδη μέντοι καὶ τῶν ζῴων τὰ ἀγριώτατα πρὸς τὰ ὀνῆσαι δυνάμενα εἰρηναῖα καὶ ἔνσπονδά ἐστι, τῆς συμφυοῦς κακίας ἐς τὴν χρείαν παραλυθέντα. ὁ γοῦν κροκόδειλος νήχεταί τε ἅμα καὶ κέχηνεν. ἐμπίπτουσιν οὖν αἱ βδέλλαι ἐς αὐτὸν καὶ λυποῦσιν. ὅπερ εἰδὼς ἰατροῦ δεῖται τοῦ τροχίλου· πλήρης γὰρ αὐτῶν γενόμενος, ἐπὶ τὴν ὄχθην προελθὼν κατὰ τῆς ἀκτῖνος κέχηνεν. ὁ τοίνυν τροχίλος ἐμβαλὼν τὸ ῥάμφος ἐξάγει τὰς προειρημένας, καρτερεῖ δὲ ὠφελούμενος ὁ κροκόδειλος καὶ ἀτρεμεῖ. καὶ ὃ μὲν ἔχει δεῖπνον τὰς βδέλλας, ὃ δὲ ὀνίναται, καὶ τὸ μηδὲν ἀδικῆσαι τὸν τροχίλον λογίζεταί οἱ μισθόν.