Ancient Greek · ~4 min
Book 3
Aelian, Περὶ ζῴων ἰδιότητος 3.18
Not analysed yet
ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ ἰχθὺν Λεωνίδης ὁ Βυζάντιος γίνεσθαί φησι, κωβιοῦ τοῦ τελείου μείονα οὐδὲ ἕν· ἔχειν δὲ οὔτε ὀφθαλμοὺς αὐτὸν οὔτε στόμα ἐν νόμῳ τῷ τῶν ἰχθύων. προσπέφυκε δέ οἱ βράγχια καὶ σχῆμα κεφαλῆς, ὡς εἰκάσαι, οὐ μὴν ἐκμεμόρφωται εἶδος· κάτω δὲ ἄρα ὑπὸ τῇ γαστρὶ αὐτῷ ἐντέθλασται τύπος κολπώδης ἡσυχῆ, καὶ ἐκπέμπει σμαράγδου χρόαν. τοῦτον οὖν εἶναι καὶ ὀφθαλμόν οἵ φησι καὶ στόμα. ὅστις δὲ αὐτοῦ γεύεται, σὺν τῷ κακῷ τῷ ἑαυτοῦ ἐθήρασεν αὐτόν. καὶ τῆς διαφθορᾶς ὁ τρόπος, ὁ γευσάμενος ᾤδησεν, εἶτα ἡ γαστὴρ κατέρραξε, καὶ ὁ ἄνθρωπος ἀπόλωλε. δίδωσι δὲ καὶ αὐτὸς ἁλοὺς δίκας. πρῶτον μὲν ἔξω τοῦ κύματος γενόμενος οἰδάνει, καὶ εἴ τις αὐτοῦ ψαύσειεν, ὃ δὲ ἔτι καὶ μᾶλλον πίμπραται. καὶ εἴ τις ἐπιμείνειε ψαλάττων, γίνεται πᾶς ὑπὸ σήψεως διαυγέστατος, ὡς ὑδεριῶν· εἶτα τελευτῶν διερράγη. εἰ δὲ αὐτὸν ἐθέλοι τις ἔτι ζῶντα ἐς τὴν θάλατταν μεθεῖναι, ὃ δὲ ἐπινήχεται δίκην κύστεως ἀρθείσης πνεύματι. καί φησιν ὅτι ἐκ τοῦ πάθους φύσαλον ἐκάλουν αὐτόν.