Ancient Greek
Book 3
Aelian, Περὶ ζῴων ἰδιότητος 3.25
Not analysed yet
δικαίους ἡ μήτηρ ἡ χελιδὼν τοὺς ἑαυτῆς νεοττοὺς ἐργάζεται, τὸ ἰσότιμον αὐτοῖς διὰ τῆς τροφῆς τῆς ἴσης φυλάττουσα· μίαν δὲ ἄρα οὐ κομίζει πᾶσιν, ἐπεὶ μηδὲ δύναται· ἀλλὰ μικρὰ μὲν καὶ ὀλίγα ἐστὶν ὅσα ἄγει, τὸν πρῶτον δὲ τεχθέντα πρῶτον τρέφει, δεύτερον δὲ τὸν ἐπʼ ἐκείνῳ, καὶ τρίτον σιτίζει τὸν τῆς τρίτης ὠδῖνος, καὶ μέχρι τοῦ πέμπτου πρόεισι τὸν τρόπον τοῦτον· οὔτε γὰρ κύει χελιδὼν πλείονας οὔτε τίκτει. αὐτὴ δὲ τοσοῦτον κατασπᾷ τῆς τροφῆς, ὅσον ἂν ἐν τῇ καλιᾷ κερδῆναι δυνηθῇ παραρρεῦσαν αὐτῇ. βραδέως δὲ ἐκβλέπει τὰ ταύτης βρέφη, ὡς καὶ τὰ τῶν κυνῶν σκυλάκια· πόαν δὲ κομίζει καὶ προσάγει, τὰ δὲ ὑπαναβλέπει, εἶτα ἀτρεμήσαντα ὀλίγον ἐκπετήσιμα ὄντα πρόεισι τῆς καλιᾶς ἐπὶ τὴν νομήν. ταύτης τῆς πόας ἄνθρωποι γενέσθαι ἐγκρατεῖς διψῶσι, καὶ οὐδέπω τῆς σπουδῆς κατέτυχον.