Ancient Greek
Book 3
Aelian, Περὶ ζῴων ἰδιότητος 3.29
Not analysed yet
ἡ πίννη θαλάττιον ζῷον, καὶ ἔστι τῶν ὀστρείων. κέχηνε δὲ τῇ διαστάσει τῶν περικειμένων ὀστράκων, καὶ προτείνει σαρκίον ἐξ ἑαυτῆς οἱονεὶ δέλεαρ τοῖς παρανηχομένοις τῶν ἰχθύων. καρκίνος δὲ αὐτῇ παραμένει σύντροφός τε καὶ σύννομος. οὐκοῦν ὅταν τις τῶν ἰχθύων προσνέῃ, ὃ δὲ ὑπένυξεν ἡσυχῆ αὐτήν· καὶ ἡ πίννη μᾶλλον ἀνέῳξεν ἑαυτήν, καὶ ἐδέξατο ἔσω τοῦ ἐπιόντος ἰχθύος τὴν κεφαλὴν ʽκαθίησι γὰρ ὡς ἐπὶ τροφᾖ καὶ ἐσθίει αὐτήν.