Ancient Greek · ~2 min
3.38 to 3.39
Aelian, Περὶ ζῴων ἰδιότητος 3.38-39
Not analysed yet
ἐν τοῖς ὑγροῖς χωρίοις καὶ ἔνθα νοτιώτατος ὁ ἀὴρ ὑπεράγαν, οἱ ἀλεκτρυόνες οὐκ ᾅδουσι, φησὶ Θεόφραστος. ἡ δὲ ἐν Φενεῷ λίμνη ἰχθύων ἄγονός ἐστι. ψυχροὶ δὲ ἄρα ὄντες τὴν σύγκρασιν οἱ τέττιγες εἶτα μέντοι πυρούμενοι τῷ ἡλίῳ ᾅδουσιν, ἐκεῖνος λέγει. τολμηρότατος δὲ ἄρα ζῴων ὁ αἰγιθήλας ἦν· τῶν μὲν γὰρ ὀρνίθων ὑπερφρονεῖ τῶν μικρῶν, ἐπιτίθεται δὲ ταῖς αἰξὶ κατὰ τὸ καρτερόν, καὶ μέντοι καὶ τοῖς οὔθασιν αὐτῶν προσπετόμενος εἶτα ἐκμυζᾷ τὸ γάλα, καὶ τὴν τιμωρίαν τὴν ἐκ τοῦ αἰπόλου οὐ δέδοικε, καίτοι πονηρότατον αὐταῖς μισθὸν ὑπὲρ τῆς πλησμονῆς ἀποδιδούς· τυφλοῖ γὰρ τὸν μαστόν, καὶ ἀποσβέννυσι τὴν ἐκεῖθεν ἐπιρροήν.