# Περὶ ζῴων ἰδιότητος 3.40

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/3.40

Μητροδίδακτον μὲν τὸν τῆς Ἀρήτης υἱὸν τὸν τῆς ἀδελφῆς τῆς Ἀριστίππου ὑμνοῦσιν οἱ πολλοί· λέγει δὲ Ἀριστοτέλης ἰδεῖν αὐτὸς τὰ νεόττια τῆς ἀηδόνος ὑπὸ τῆς μητρὸς διδασκόμενα ᾅδειν. ἦν δὲ ἄρα ὀρνίθων ἡ ἀηδὼν ἐλευθερίας ἐράστρια ἰσχυρῶς, καὶ διὰ ταῦτα ἡ ἐντελὴς τὴν ἡλικίαν ὅταν θηραθῇ καὶ καθειργμένη ᾖ ἐν οἰκίσκῳ, ᾠδῆς ἀπέχεται, καὶ ἀμύνεται τὸν ὀρνιθοθήραν ὑπὲρ τῆς δουλείας τῇ σιωπῇ. οὗπερ οὖν οἱ ἄνθρωποι πεπειραμένοι, τὰς μὲν ἤδη πρεσβυτέρας μεθιᾶσι, σπουδάζουσι δὲ θηρᾶν τὰ νεόττια.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
