Ancient Greek
Book 3
Aelian, Περὶ ζῴων ἰδιότητος 3.41
Not analysed yet
ἵππους μονόκερως γῆ Ἰνδικὴ τίκτει, φασί, καὶ ὄνους μονόκερως ἡ αὐτὴ τρέφει, καὶ γίνεταί γε ἐκ τῶν κεράτων τῶνδε ἐκπώματα. καὶ εἴ τις ἐς αὐτὰ ἐμβάλοι φάρμακον θανατηφόρον, ὁ πιών, οὐδὲν ἐπιβουλὴ λυπήσει αὐτόν· ἔοικε γὰρ ἀμυντήριον τοῦ κακοῦ τὸ κέρας καὶ τοῦ ἵππου καὶ τοῦ ὄνου εἶναι.