Ancient Greek
4.17 to 4.18
Aelian, Περὶ ζῴων ἰδιότητος 4.17-18
Not analysed yet
ἓν τῶν βασκάνων ζῴων μέντοι καὶ ἐχῖνος ὁ χερσαῖος εἶναι πεπίστευται. ὅταν γοῦν ἁλίσκηται, παραχρῆμα ἐνεούρησε τῷ δέρματι, καὶ ἀχρεῖον ἀπέφηνεν αὐτό· δοκεῖ δὲ ἐς πολλὰ ἐπιτήδειον. καὶ ἡ λὺγξ δὲ ἀποκρύπτει τὸ οὖρον· ὅταν γὰρ παγῇ, λίθος γίνεται, καὶ γλυφαῖς ἐπιτήδειός ἐστι, καὶ τοῖς γυναικείοις κόσμοις συμμάχεται, φασίν. λεοντοφόνου φαγὼν ὁ λέων ἀποτέθνηκε. τὰ δὲ ἔντομα φθείρεται, εἰ ἐλαίῳ τις ἐγχρίσειεν αὐτά. γυπῶν γε μὴν τὸ μύρον ὄλεθρός ἐστι. κάνθαρον δὲ ἀπολεῖς, εἰ ἐπιβάλοις τῶν ῥόδων αὐτῷ.