# Περὶ ζῴων ἰδιότητος 4.28

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/4.28

χελώνης θαλαττίας ἀποτμηθεῖσα ἡ κεφαλὴ βλέπει καὶ καταμύει τὴν χεῖρα προσάγοντος· ἤδη δʼ ἂν καὶ δάκοι, εἰ περαιτέρω προσαγάγοις τὴν χεῖρα. καὶ ἐπὶ μακρὸν ἐκλάμποντας ἔχει τοὺς ὀφθαλμούς· αἱ γάρ τοι κόραι λευκόταταί τε καὶ περιφανέσταταί εἰσι, καὶ ἐξαιρεθεῖσαι χρυσίῳ καὶ ὅρμοις ἐντίθενται. ἔνθεν τοι καὶ δοκοῦσι ταῖς γυναιξὶ θαυμασταί. γίνονται δὲ ὡς πυνθάνομαι αἱ χελῶναι αἵδε ἐν τῇ θαλάττῃ, ἣν ᾅδουσιν Ἐρυθράν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
