Ancient Greek · ~2 min
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.33
Not analysed yet
Ἀλέξανδρος ὁ Μύνδιος τὸν χαμαιλέοντα λυπεῖν τοὺς ὄφεις καὶ ἀσιτίᾳ περιβάλλειν τὸν τρόπον τοῦτόν φησι. κάρφος πλατὺ καὶ στερεὸν ἐνδακὼν ἑαυτὸν ἐπιστρέφει, καὶ ἀντιπρόσωπος ὁμόσε χωρεῖ τῷ πολεμίῳ. ὃ δὲ αὐτοῦ λαβέσθαι ἀδυνατεῖ, τοῦ κάρφους τὸ πλάτος οὐκ ἔχων περιχανεῖν. οὐκοῦν ἄδειπνος τό γε ἐπʼ ἐκείνῳ μένει ὁ ὄφις· δάκνων γάρ τοι τὰ λοιπὰ τῶν μελῶν αὐτοῦ οὐδὲν ἀνύτει· στερεὰν γὰρ τὴν φορίνην ἔχει, καὶ ἐπαΐει τῶν ἐκείνου ὀδόντων ὁ χαμαιλέων οὐδὲ ἕν.