# Περὶ ζῴων ἰδιότητος 4.35

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/4.35

ὁ βοῦς ὁ πρᾶος τοῦ πλήττοντος καὶ κολάζοντος οὐκ ἄν ποτε λήθην λάβοι, ἀλλʼ ἀπομνησθεὶς τιμωρεῖται καὶ διαστήματος ἐγγενομένου. ὢν μὲν γὰρ ὑπὸ ζεύγλην καὶ τρόπον τινὰ καθειργμένος, ἔοικε δεσμώτῃ καὶ ἡσυχάζει· ὅταν δὲ ἀφεθῇ, πολλάκις μὲν τῷ σκέλει παίσας συνέτριψε μέλος τι τοῦ βουκόλου, πολλάκις δὲ καὶ θυμωθεὶς ἐς κέρας εἶτα ἐμπεσὼν ἀπέκτεινεν αὐτόν. ἐντεῦθεν πρὸς τοὺς ἄλλους πρᾶός ἐστι, καὶ πάρεισιν ἐς τὸ αὔλιον ἡσυχῆ· οὐ γάρ ἐστιν ἀνήμερος πρὸς οὓς οὐκ ἔχει τοῦ θυμοῦ τὴν ὑπόθεσιν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
