Ancient Greek
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.39
Not analysed yet
αἱ δὲ ἀλώπεκες ἐς ὑπερβολὴν προήκουσαι πανουργίας καὶ τρόπου δολεροῦ ὅταν θεάσωνται σφηκιὰν εὐθενουμένην, αὐταὶ μὲν ἀποστρέφονται τὸν χηραμὸν ἐκνεύουσαι καὶ τὰς ἐκ τῶν κέντρων τρώσεις φυλαττόμεναι· καθιᾶσι δὲ τὴν οὐρὰν δασυτάτην τε οὖσαν καὶ μηκίστην τὴν αὐτὴν καὶ διασείουσι τοὺς σφῆκας· οἳ δὲ προσέχονται τῷ τῶν τριχῶν δάσει. ὅταν δὲ ἐμπαλαχθῶσιν αὐτῷ, προσαράττουσι τὴν οὐρὰν ἢ δένδρῳ ἢ τοίχῳ ἢ αἱμασιᾷ· παιόμενοι δὲ οἱ σφῆκες ἀποθνήσκουσιν. εἶτα ἦλθον ἐπὶ τὸν αὐτὸν τόπον, καὶ τοὺς λοιποὺς προσαναλέξασαι καὶ ἀποκτείνασαι κατὰ τοὺς πρώτους, ὅταν ἐννοήσωσι λοιπὸν εἰρήνην εἶναι καὶ ἀπὸ τῶν κέντρων ἐλευθερίαν, καθῆκαν τὸ στόμα καὶ τὰ σφηκία ἐσθίουσι, μήτε θορυβούμεναι μήτε μὴν τὰ κέντρα ὑφορώμεναι.