# Περὶ ζῴων ἰδιότητος 4.40

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/4.40

κυνὸς κρανίον ῥαφὴν οὐκ ἔχει. δραμὼν δὲ ἐπὶ πλέον λάγνης γίνεται, φασί. κυνὸς δὲ γηρῶντος ἀμβλεῖς οἱ ὀδόντες καὶ μελαίνονται. εὔρινος δέ ἐστιν οὕτως ὡς μήποτʼ ἂν ὀπτοῦ κυνείου κρέως μηδʼ ἂν καρυκείᾳ τῇ ποικιλωτάτῃ καὶ δολερωτάτῃ καταγοητευθέντος γεύσασθαι. τρεῖς δὲ ἄρα νόσοι κυνὶ ἀποκεκλήρωνται καὶ οὐ πλείους, κυνάγχη λύττα ποδάγρα· ἀνθρώποις γε μὴν μυρίαι. πᾶν δὲ ὅ τι ἂν ὑπὸ κυνὸς λυττῶντος δηχθῇ, τοῦτο ἀποθνήσκει. κύων δὲ ποδαγρήσας, σπανίως ἀναρρωσθέντα ὄψει αὐτόν. κυνὶ δὲ βίος ὁ μήκιστος τεσσαρεσκαίδεκα ἔτη. Ἄργος δὲ ὁ Ὀδυσσέως καὶ ἡ περὶ αὐτὸν ἱστορία ἔοικε παιδιὰ Ὁμήρου εἶναι.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
