Ancient Greek
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.47
Not analysed yet
Χλωρὶς ὄνομα ὄρνιθος, ἥπερ οὖν οὐκ ἂν ἀλλαχόθεν ποιήσαιτο τὴν καλιὰν ἢ ἐκ τοῦ λεγομένου συμφύτου· ἔστι δὲ ῥίζα τὸ σύμφυτον εὑρεθῆναί τε καὶ ὀρύξαι χαλεπή. στρωμνὴν δὲ ὑποβάλλεται τρίχας καὶ ἔρια. καὶ ὁ μὲν θῆλυς ὄρνις οὕτω κέκληται, ὁ δὲ ἄρρην, χλωρίωνα καλοῦσιν αὐτόν, καὶ ἔστι τὸν βίον μηχανικός, μαθεῖν τε πᾶν ὅ τι οὖν ἀγαθὸς καὶ τλήμων ὑπομεῖναι τὴν ἐν τῷ μανθάνειν βάσανον, ὅταν ἁλῷ. καὶ διὰ μὲν τοῦ χειμῶνος ἄφετον καὶ ἐλεύθερον οὐκ ἂν ἴδοι τις αὐτόν, ἠριναὶ δὲ ὅταν ὑπάρξωνται τροπαὶ τοῦ ἔτους, τηνικαῦτʼ ἂν ἐπιφαίνοιτο. Ἀρκτοῦρός τε ἐπέτειλεν, ὃ δὲ ἀναχωρεῖ ἐς τὰ οἰκεῖα, ὁπόθεν καὶ δεῦρο ἐστάλη.