# Περὶ ζῴων ἰδιότητος 4.48-50

Aelian, Περὶ ζῴων ἰδιότητος, 4.48 to 4.50. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/4.48

ὑπὸ θυμοῦ τεθηγμένον ταῦρον καὶ ὑβρίζοντα ἐς κέρας καὶ σὺν ὁρμῇ ἀκατασχέτῳ φερόμενον οὐχ ὁ βουκόλος ἐπέχει, οὐ φόβος ἀναστέλλει, οὐκ ἄλλο τοιοῦτον, ἄνθρωπος δὲ ἵστησιν αὐτὸν καὶ παραλύει τῆς ὁρμῆς τὸ δεξιὸν αὑτοῦ γόνυ διασφίγξας ταινίᾳ καὶ ἐντυχὼν αὐτῷ. ἡ πάρδαλις πέντε ἔχει δακτύλους ἐν τοῖς ποσὶ τοῖς προσθίοις, ἐν δὲ τοῖς κατόπιν τέτταρας. ἡ δὲ θήλεια εὐρωστοτέρα τοῦ ἄρρενος. ἐὰν δὲ γεύσηται ἀγνοοῦσα τοῦ καλουμένου παρδαλιάγχου ʽπόα δέ ἐστινʼ, ἀποπάτημα ἀνθρώπου ποθὲν ἀνιχνεύσασα διασώζεται. οἱ ἵπποι, τὰς κάτω βλεφαρίδας οὔ φασιν αὐτοὺς ἔχειν. Ἀπελλῆν οὖν τὸν Ἐφέσιον αἰτίαν λέγουσιν ἔχειν, ἐπεί τινα ἵππον γράφων οὐ παρεφύλαξε τὸ ἴδιον τοῦ ζῴου. οἳ δὲ οὐκ Ἀπελλῆν φασι ταύτην τὴν αἰτίαν ἐνέγκασθαι, ἀλλὰ Μίκωνα, ἀγαθὸν μὲν ἄνδρα γράψαι τὸ ζῷον τοῦτο, σφαλέντα δʼ οὖν ἐς μόνον τὸ εἰρημένον.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
