Ancient Greek · ~2 min
Book 4
Aelian, Περὶ ζῴων ἰδιότητος 4.8
Not analysed yet
λέγει Εὔδημος ἵππου νέας καὶ τῶν νεμομένων τῆς ἀρίστης ἐρασθῆναι τὸν ἱπποκόμον, ὥσπερ οὖν καλῆς μείρακος καὶ τῶν ἐν τῷ χωρίῳ ὡρικωτέρας πασῶν· καὶ τὰ μὲν πρῶτα ἐγκαρτερεῖν, τελευτῶντα δὲ ἐπιτολμῆσαι τῷ λέχει τῷ ξένῳ καὶ ὁμιλεῖν αὐτῇ. τῇ δὲ εἶναι πῶλον καὶ τοῦτου καλόν, θεασάμενόν γε μὴν τὸ πραττόμενον ἀλγῆσαι, ὥσπερ οὖν τυραννουμένης τῆς μητρὸς ὑπὸ τοῦ δεσπότου, καὶ ἐμπηδῆσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα, εἶτα μέντοι καὶ φυλάξαι ἔνθα ἐτάφη, καὶ φοιτῶντα ἀνορύττειν αὐτόν, καὶ ἐνυβρίζειν τῷ νεκρῷ καὶ λυμαίνεσθαι λύμην ποικίλην.