# Περὶ ζῴων ἰδιότητος 5.35-37

Aelian, Περὶ ζῴων ἰδιότητος, 5.35 to 5.37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/5.35

ὁ ἐρωδιὸς τὰ ὄστρεα ἐσθίειν δεινός ἐστι, καὶ μεμυκότα αὐτὰ καταπίνει, ὥσπερ οὖν οἱ πελεκᾶνες τὰς κόγχας. καὶ ἐν τῷ καλουμένῳ πρηγορεῶνι ὑποθερμαίνων ὁ ἐρωδιὸς φυλάττει τὰ ὄστρεα· τὰ δὲ ὑπὸ τῆς ἀλέας διίσταται, καὶ ἐκεῖνος αἰσθανόμενος τὰ μὲν ὄστρακα ἀνεμεῖ, φυλάττει δὲ τὴν σάρκα, καὶ ἔχει τροφὴν ἀναλίσκων τῇ τῆς πέψεως δυνάμει τὸ ἔσω παρελθὸν ὁλόκληρον. ὄνομά ἐστιν ὄρνιθος ἀστερίας, καὶ τιθασεύεταί γε ἐν τῇ Αἰγύπτῳ, καὶ ἀνθρώπου φωνῆς ἐπαΐει. εἰ δέ τις αὐτὸν ὀνειδίζων δοῦλον εἴποι, ὃ δὲ ὀργίζεται· καὶ εἴ τις ὄκνον καλέσειεν αὐτόν, ὃ δὲ βρενθύεται καὶ ἀγανακτεῖ, ὡς καὶ ἐς τὸ ἀγεννὲς σκωπτόμενος καὶ ἐς ἀργίαν εὐθυνόμενος. εἰ κατέχοι τις ὀπὸν Κυρηναῖον καὶ λάβοιτο τῆς νάρκης, ἐνταῦθα δήπου τὸ ἐξ αὐτῆς πάθος ἐκπέφευγε. δράκοντα δὲ θαλάττιον εἰ ἀνασπάσαι τῇ δεξιᾷ ἐθέλοις, ὃ δὲ οὐχ ἕψεται, ἀλλὰ μαχεῖται κατὰ κράτος· εἰ δὲ τῇ ἀριστερᾷ ἀνάγοις, εἴκει καὶ ἑάλωκεν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
