# Περὶ ζῴων ἰδιότητος 5.53

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/5.53

οἱ ἵπποι οἱ ποτάμιοι τοῦ Νείλου μέν εἰσι τρόφιμοι· ὅταν δὲ τὰ λήια ἐνακμάζῃ καὶ ὦσιν οἱ στάχυες ξανθοί, οὐκ ἂρχονται παραχρῆμα κείρειν αὐτοὺς καὶ ἐσθίειν, ἀλλὰ παραμείβοντες ἔξωθεν τὸ λήιον στοχάζονται πόσον αὐτοὺς ἐμπλήσει μέτρον, εἶτα λογισάμενοι τὸ ἀποχρῆσον σφίσιν ἐμπίπτουσι καὶ ἀναχωροῦσιν ἐπὶ πόδα ἐμπιπλάμενοι, τὸ ῥεῦμα τοῦ ποταμοῦ κατὰ νώτου λαβόντες. πεφιλοσόφηται δὲ ἄρα τοῦτο αὐτοῖς, ἵνα εἴ τινες τῶν γεωργῶν ἐπίοιεν ἀμυνούμενοι, οἳ δὲ ἐκ τοῦ ῥᾴστου ἐς τὸ ὕδωρ καταδραμεῖν ἔχοιεν, τοὺς πολεμίους ἀντιπροσώπους, ἀλλὰ οὐκ ὄπισθεν οἱ ἵπποι οὗτοι δοκεύοντες.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
