Ancient Greek · ~1 min
Book 5
Aelian, Περὶ ζῴων ἰδιότητος 5.55
Not analysed yet
ἐν τοῖς Ἰνδοῖς οἱ ἐλέφαντες, ὅταν τι τῶν δένδρων αὐτόρριζον ἀναγκάζωσιν αὐτοὺς οἱ Ἰνδοὶ ἐκσπάσαι, οὐ πρότερον ἐμπηδῶσιν οὐδὲ ἐπιχειροῦσι τῷ ἔργῳ πρὶν ἢ διασεῖσαι αὐτὸ καὶ διασκέψασθαι ἆρά γε ἀνατραπῆναι οἷόν τέ ἐστιν ἢ παντελῶς ἀδύνατον.