# Περὶ ζῴων ἰδιότητος 6.13

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/6.13

ὁ ἔλαφος, ὡς ἀκούω, τὰ παρόντα ἀγαπᾷ, καὶ οὐκ ἐρᾷ πλειόνων, ἀλλὰ σωφρονεῖ περὶ τὴν γαστέρα τῶν ἀνθρώπων μᾶλλον. περὶ γοῦν τὸν Ἑλλήσποντόν ἐστι λόφος, καὶ νέμονται κατὰ τοῦδε ἔλαφοι, καὶ τῶν ὤτων αὐτοῖς τὸ ἕτερον διέσχισται, περαιτέρω δὲ οὐ χωροῦσι τοῦ λόφου, οὐδὲ νομῆς ἐρῶσι ξένης, οὐδὲ λειμῶνας ποθοῦσιν ἑτέρους πόας χρείᾳ περιττοτέρας· ἀπόχρη δὲ ἄρα τὰ παρόντα αὐτοῖς διʼ ἔτους ὅλου. τί πρὸς ταῦτα, ὦ ἄνθρωποι, ὑμεῖς, οὓς οὐκ ἂν ἐμπλήσειέ ποτε ἕως θανάτου οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει;

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
