Ancient Greek
Book 6
Aelian, Περὶ ζῴων ἰδιότητος 6.26
Not analysed yet
ἡ πιθήκη ὑπό τινων ὀρειβάτης κέκληται, ὑπʼ ἄλλων γε μήν, ὡς ἀκούω, ὑλοδρόμος, καὶ ἐν τοῖς δένδροις γίνεται καὶ ἔχει τρίχας· κέκληται δὲ ὑπʼ ἐνίων καὶ ψύλλα. ἐντέτμηται μὲν οὖν τὴν γαστέρα ἡσυχῆ, ὡς εἰπεῖν ὅτι λίνῳ διακέκοπται. δάκνει δὲ σφαλερώτατα δήγματα, καὶ παρέπεται τρόμος τῷ δηχθέντι, καὶ περὶ τὴν καρδίαν ἄλγημα ἰσχυρὸν ἐπιγίνεται, καὶ τὰ οὖρα ἑμφράττεται, καὶ ὁ ἕτερος πόρος γίνεται καὶ ἐκεῖνος ἄπορος. ἔοικε δὲ τοῖς προειρημένοις ἀντίπαλος ὁ καρκίνος ὁ ποτάμιος εἶναι βρωθείς.