# Περὶ ζῴων ἰδιότητος 6.29

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/6.29

Φύλαρχος μέμνηται παῖδα ἰσχυρῶς φιλόρνιθα ἀετοῦ νεοττὸν λαβεῖν δῶρον καὶ τρέφειν τροφῇ ποικίλῃ καὶ κηδεμονίαν αὐτῷ προσφέρειν πᾶσαν· οὐ γάρ τί που ὡς ἄθυρμα ἐς παιδιὰν ἔτρεφε τὸν ὄρνιν, ἀλλὰ ἐρωμένου δίκην ἢ ἀδελφοῦ νεωτέρου, οὕτως ἄρα ὁ παῖς τοῦ ἀετοῦ προμηθῶς εἶχεν. προϊὼν δὲ ὁ χρόνος ἐς φιλίαν αὐτοὺς ἐξῆψεν ἀλλήλων ἰσχυράν. συνηνέχθη δὲ καμεῖν τὸ σῶμα τὸν παῖδα. καὶ τὸν ἀετὸν παραμένειν καὶ νοσηλεύειν τὸν τροφέα, καὶ καθεύδοντος μὲν ἡσυχάζειν, ἐγρηγορότος δὲ παρεστάναι, ἀσιτοῦντος δὲ τροφὴν μὴ προσίεσθαι. ἐπεὶ

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
