# Περὶ ζῴων ἰδιότητος 6.48

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/6.48

μήτηρ δὲ ἄρα καὶ ἡ θήλεια ἵππος ἀγαθὴ ἦν καὶ τοῦ πώλου τοῦ ἐξ αὐτῆς μεμνῆσθαι δεινή. ὅπερ οὖν κατεγνωκὼς Δαρεῖος ὁ κάτω εἶτα μέντοι ἐπήγετο ἐς τὰς μάχας ἐξ ὠδίνων ἵππους τὰ βρέφη καταλιπούσας οἴκοι. τρέφονται δὲ καὶ ὀρφανοὶ μητέρων οἱ πῶλοι γάλακτι ξένῳ, ὥσπερ οὖν καὶ οἱ ἄνθρωποι. οὐκοῦν ὅτε ἡ τροπὴ τῆς μάχης τῆς κατὰ τὸν Ἰσσὸν τὰ Περσῶν πιέζειν ὑπήρξατο, καὶ ἐνικᾶτο Δαρεῖος, ἵππον ἀνέβη θῆλυν, φυγῆς δεόμενος καὶ σωτηρίας ὠκίστης. ἣ δὲ ἄρα τοῦ καταλειφθέντος μνήμῃ, ὡς εἶχεν ἐπιθυμίας καὶ ποδῶν, τὸν δεσπότην ὑμνεῖται

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
