Ancient Greek · ~3 min
7.17 to 7.18
Aelian, Περὶ ζῴων ἰδιότητος 7.17-18
Not analysed yet
κηρύλος δὲ καὶ ἀλκυὼν ὁμόνομοι καὶ σύμβιοι. καὶ γήρᾳ γε παρειμένους αὐτοὺς ἐπιθέμεναι αἱ ἀλκυόνες περιάγουσιν ἐπὶ τῶν καλουμένων μεσοπτερυγίων. ἄνθρωποι δὲ καὶ τῶν ἀνδρῶν ὑπογηρώντων καταφρονοῦσι καὶ πρὸς τὰ μειράκια ἀφορῶσι· καὶ οἱ γήμαντες περὶ τὰς νέας ἠνέμωνται, τῶν ἀφηλικεστέρων γαμετῶν ὤραν μὴ τιθέμενοι, καὶ οὐκ αἰδοῦνται οἱ ἔμφωνοι τῶν ἀλόγων ζῴων βιοῦντες ἀλογώτερον. λέγουσι δὲ οἱ Αἰγύπτιοι περὶ τὴν καλουμένην Κοπτὸν δύο μόνους ὁρᾶσθαι κόρακας. ἀλλὰ καὶ τῶν Ῥωμαίων οἱ τὴν ὄρειον παραφυλάττοντες διὰ τὸ τῆς σμαράγδου μέταλλον διισχυρίζονται καὶ οἵδε τοσούτους ὄρνιθας τοῦ γένους τοῦδε οἰκεῖν ἐκεῖθι. νεὼς δὲ Ἀπόλλωνι τιμᾶται ἐν τῷ χωρίῳ ἐκείνῳ, οὗπερ οὖν ἱεροὺς εἶναί φασιν αὐτούς.