# Περὶ ζῴων ἰδιότητος 7.19

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/7.19

καὶ ταύτῃ δὲ τὰ ἴδια τῶν ζῴων εἰπεῖν οὐ χεῖρόν ἐστι. νωθέστερά πως δοκεῖ πρόβατον καὶ ὄνος, ἄτολμα δὲ νεβροὶ καὶ πρόκες καὶ ζόρκες τε καὶ πύγαργοι καὶ οἱ λαγῴ, οὓς δὴ καὶ πτῶκας οἱ ποιηταὶ καλοῦσιν. ἀλλὰ καὶ τῶν πετεινῶν ἐστιν ἄτολμα οἱ στρουθοὶ καὶ τῶν ἐνύδρων οἱ κεστρεῖς. ἀκόλαστα δὲ κυνοκέφαλοί τε καὶ τράγοι, καὶ μέντοι καὶ ὁμιλεῖν γυναιξί φασιν αὐτούς, καὶ ἔοικεν αὐτὸ θαυμάζειν Πίνδαρος. καὶ κύνες δὲ γυναιξὶν ἐπιτολμᾶν ἐλέχθησαν, καὶ μέντοι καὶ κριθῆναι λέγεται γυνὴ ἐν τῇ Ῥώμῃ μοιχείας ὑπὸ τοῦ γήμαντος, καὶ ὁ μοιχὸς ἐν τῇ δίκῃ κύων εἶναι ἐλέγετο. ἤκουσα δὲ κυνοκεφάλους καὶ παρθένοις ἐπιμανῆναι καὶ μέντοι καὶ βιάσασθαι ὑπὲρ τὰ μικρὰ μειράκια τὰ τοῦ Μενάνδρου ἐν ταῖς παννυχίσιν ἀκόλαστα. λαγνίστατον δὲ καὶ ὁ πέρδιξ καὶ μοιχικόν. λάθρᾳ γοῦν ἐπὶ τὰς θηλείας καί πως ἀψοφητὶ λέγονται φοιτᾶν. τροφῆς δὲ τὴν κοινωνίαν

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
