# Περὶ ζῴων ἰδιότητος 7.25

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/7.25

ἄνθρωποι. ζηλοτυπίαν ζῴου φρονιμωτάτου καὶ μέντοι καὶ σωφρονεστάτου ἄνω που οἶδα εἰπών ʽπορφυρίων δὲ ἄρα τὸ ζῷον ἦν, εἴ τι παρʼ ἡμῖν μνήμης ὑγιές ἐστινʼ, ἤδη δὲ καὶ κυνίδιον μοιχοῖς πολέμιον καὶ ἔχθιστον τῷδε τῷ φύλῳ πέπυσμαι Σικελικόν. ὁ μὲν μοιχὸς ἔνδον ὑπεκέκρυπτο, τῆς γυναικὸς τῆς μάχλου πυθομένης ἥκειν τὸν ἄνδρα ἐξ ἀποδημίας, καὶ ὥς γε ᾤετο σκέπης ἐν καλῷ ἦν· οἱ γάρ τοι τῶν οἰκετῶν δεκασθέντες, ὅσοι γοῦν τῇ δεσποίνῃ τὸ κακὸν συναπέκρυπτον ʽἦσαν δὲ ἄρα ὅσοι κατόπτρων καὶ μύρων ἐπιστάται, φησὶν Εὐριπίδης, καὶ οἱ θυρωροὶ δέʼ εἶτα μέντοι θαρρεῖν ἐποίουν τὸν τῆς εὐνῆς κλῶπα. οὐ μὴν ἀπήντησε ταύτῃ ταῦτα, ἐπεὶ καὶ πολλοῦ δεῖ· τὸ γάρ τοι κυνίδιον ὑλακτεῖ τε ἅμα καὶ μέντοι καὶ ταῖς θύραις τοὺς πόδας προσαράττει, ὡς ἐκπλῆξαι τὸν δεσπότην καὶ συμβαλεῖν ἐκ τοῦ δρωμένου κακὸν εἶναί τι ὑπολανθάνον. καὶ οἷα εἰκὸς τὰς θύρας ἐκβαλὼν τὸν μοιχὸν καταλαμβάνει. καὶ εἶχε ξίφος ἐκεῖνος, καὶ νύκτα ἀνέμενεν, ἵνα ἀποκτείνῃ τῆς οἰκίας τὸν δεσπότην καὶ τὴν προειρημένην ὑπογήμῃ γυναῖκα.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
