Ancient Greek · ~1 min
Book 7
Aelian, Περὶ ζῴων ἰδιότητος 7.31
Not analysed yet
αἱ δὲ καρκινάδες τίκτονται μὲν γυμναί, τὸ δὲ ὄστρακον ἑαυταῖς αἱροῦνται ὡς οἰκίαν οἰκῆσαι τὴν ἀρίστην. ὑποδύονται δὲ καὶ πορφύρας ὄστρακον κενῷ περιτυχοῦσαι καὶ στρόμβου. καὶ ἐς ὅσον μὲν αὐτὴν στέγει, χαίρει τῇ καταγωγῇ· ἐὰν δὲ αὐξήσῃ τὴν σάρκα, ἐς ἄλλον μετοικίζεται οἶκον. περιτυγχάνει δὲ τοῖς προειρημένοις πολλοῖς.