Ancient Greek
Book 7
Aelian, Περὶ ζῴων ἰδιότητος 7.37
Not analysed yet
Πώρου τοῦ τῶν Ἰνδῶν βασιλέως ὁ ἐλέφας ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ τετρωμένου πολλὰ ἡσυχῆ καὶ μετὰ φειδοῦς τῇ προβοσκίδι ἐξῄρει τὰ ἀκόντια, καὶ μέντοι καὶ αὐτὸς τετρωμένος πολλὰ οὐ πρότερον εἶξε πρὶν ἢ συνεῖναι ὅτι ἄρα ὁ δεσπότης αὐτῷ διὰ τὴν ῥοὴν τοῦ αἵματος τὴν πολλὴν παρεῖται καὶ ἐκθνήσκει. οὐκοῦν ἑαυτὸν ὑπέκλινε, καὶ ὀκλάσας ἔμεινεν, ἵνα μὴ ἄνωθεν πεσὼν ὁ Πῶρος εἶτα μέντοι κακωθῇ τὸ σῶμα ἐπὶ μᾶλλον.