Ancient Greek
Book 7
Aelian, Περὶ ζῴων ἰδιότητος 7.40
Not analysed yet
ἴδια δὲ ἄρα κυνῶν καὶ ἐκεῖνα εὐνοίας ὑπερβολὴν πᾶσαν ἐκνενικηκότα. πώλῳ μὲν τῷ τῆς τραγῳδίας ὑποκριτῇ ὁ κύων ὁ τρόφιμος αὐτοῦ τεθνεῶτι καὶ καομένῳ ἑαυτὸν συγκατέπρησε τῇ πυρᾷ ἐμπηδήσας. καομένῳ δὲ καὶ Μέντορι σκύλακες Ἐρετρικαὶ ἑαυτὰς συγκατέπρησαν ἑκοῦσαι κοινωνήσασαι τοῦ τέλους. Θεόδωρον δὲ ἄνδρα ψαλτικὴν ἀγαθόν, τὸν μὲν ἐς τὴν σορὸν ἐνέθεσαν οἱ προσήκοντες, κυνίδιον δὲ Μελιταῖον ἑαυτὸ ἐνέβαλεν ἐς τὴν θήκην τοῦ νεκροῦ καὶ συνετάφη. πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι ἔθνος, ἐν ᾧ βασιλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται, κνυζωμένου τε ἴσασιν ὅτι μὴ θυμοῦται, καὶ ὑλακτοῦντος τὴν ὀργὴν συνιᾶσι. τοῦτο εἴ τῳ ἱκανὸς Ἕρμιππος τεκμηριῶσαι, μάρτυρά οἱ τοῦ λόγου ἐπαγόμενος Ἀριστοκρέωνα πειθέτω· ἐμὲ δὲ μὴ λαθὸν εἶτα ἐν καλῷ τῆς μνήμης ἀφίκετο.